Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.277 Joseph. AJ 12.283 (English) >>Joseph. AJ 12.288

12.281ἀλλʼ ἀξιῶ παῖδας ὄντας ἐμοὺς ἐμμεῖναι καὶ βίας ἁπάσης καὶ ἀνάγκης ἐπάνω γενέσθαι, τὰς ψυχὰς οὕτω παρασκευασαμένους, ὥστʼ ἀποθανεῖν ὑπὲρ τῶν νόμων, ἂν δέῃ, λογιζομένους τοῦθʼ, ὅτι τὸ θεῖον τοιούτους ὑμᾶς ὁρῶν οὐχ ὑπερόψεται, τῆς δʼ ἀρετῆς ἀγασάμενον ἀποδώσει πάλιν ὑμῖν αὐτοὺς καὶ τὴν ἐλευθερίαν, ἐν ζήσεσθε μετʼ ἀδείας τῶν ἰδίων ἀπολαύοντες ἐθῶν, ἀποκαταστήσει· 12.282θνητὰ μὲν γὰρ τὰ σώματα ἡμῶν καὶ ἐπίκηρα, τῇ δὲ τῶν ἔργων μνήμῃ τάξιν ἀθανασίας λαμβάνομεν, ἧς ἐρασθέντας ὑμᾶς βούλομαι διώκειν τὴν εὔκλειαν καὶ τὰ μέγιστα ὑφισταμένους μὴ ὀκνεῖν ὑπὲρ αὐτῶν ἀπολιπεῖν τὸν βίον. 12.283μάλιστα δʼ ὑμῖν ὁμονοεῖν παραινῶ καὶ πρὸς τις ὑμῶν πέφυκεν ἀμείνων θατέρου πρὸς τοῦτʼ εἴκοντας ἀλλήλοις οἰκείαις χρῆσθαι ταῖς ἀρεταῖς. καὶ Σίμωνα μὲν τὸν ἀδελφὸν συνέσει προύχοντα πατέρα ἡγεῖσθε καὶ οἷς ἂν οὗτος συμβουλεύσῃ πείθεσθε, 12.284Μακαβαῖον δὲ τῆς στρατιᾶς διʼ ἀνδρείαν καὶ ἰσχὺν στρατηγὸν ἕξετε· τὸ γὰρ ἔθνος οὗτος ἐκδικήσει καὶ ἀμυνεῖται τοὺς πολεμίους. προσίεσθε δὲ καὶ τοὺς δικαίους καὶ θεοσεβεῖς καὶ τὴν δύναμιν αὐτῶν αὔξετε.” 12.285

Ταῦτα διαλεχθεὶς τοῖς παισὶν καὶ τὸν θεὸν εὐξάμενος σύμμαχον αὐτοῖς γενέσθαι καὶ τῷ λαῷ τὴν ἰδίαν ἀνασῶσαι πάλιν τοῦ βίου συνήθειαν, μετʼ οὐ πολὺ τελευτᾷ, καὶ θάπτεται μὲν ἐν Μωδαῒ πένθος ἐπʼ αὐτῷ μέγα παντὸς τοῦ λαοῦ ποιησαμένου, διεδέξατο δὲ τὴν προστασίαν τῶν πραγμάτων παῖς αὐτοῦ Ἰούδας καὶ Μακκαβαῖος ἑκατοστῷ ἔτει καὶ τεσσαρακοστῷ καὶ ἕκτῳ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.277 Joseph. AJ 12.283 (English) >>Joseph. AJ 12.288

Powered by PhiloLogic